Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.55 Joseph. AJ 9.58 (English) >>Joseph. AJ 9.63

9.57καὶ οἱ μὲν ἡγουμένῳ τῷ προφήτῃ τὰς ὄψεις ὑπὸ θεοῦ καὶ τὴν διάνοιαν ἐπεσκοτημένοι σπουδάζοντες εἵποντο, ἀγαγὼν δὲ αὐτοὺς Ἐλισσαῖος εἰς Σαμάρειαν Ἰωράμῳ μὲν τῷ βασιλεῖ προσέταξε κλεῖσαι τὰς πύλας καὶ περιστῆσαι τοῖς Σύροις τὴν αὑτοῦ δύναμιν, τῷ θεῷ δὲ ηὔξατο καθᾶραι τὰς ὄψεις τῶν πολεμίων καὶ τὴν ἀχλὺν αὐτῶν ἀνελεῖν. οἱ δʼ ἐκ τῆς ἀμαυρώσεως ἐκείνης ἀφεθέντες ἑώρων αὑτοὺς ἐν μέσοις τοῖς ἐχθροῖς ὑπάρχοντας. 9.58ἐν ἐκπλήξει δὲ δεινῇ καὶ ἀμηχανίᾳ τῶν Σύρων οἷον εἰκὸς ἐφʼ οὕτως θείῳ καὶ παραδόξῳ πράγματι κειμένων καὶ τοῦ βασιλέως Ἰωράμου πυθομένου τὸν προφήτην, εἰ κελεύσειεν αὐτοὺς κατακοντισθῆναι, τοῦτο μὲν ἐκώλυσε ποιεῖν Ἐλισσαῖος· τοὺς γὰρ νόμῳ πολέμου ληφθέντας ἀποκτείνειν εἶναι δίκαιον ἔλεγε, τούτους δὲ μηδὲν κακὸν ἐργάσασθαι τὴν ἐκείνου χώραν, θείᾳ δὲ δυνάμει πρὸς αὐτοὺς οὐκ εἰδότας ἐλθεῖν. 9.59συνεβούλευέ τε ξενίων αὐτοῖς μεταδόντα καὶ τραπέζης ἀπολύειν ἀβλαβεῖς. Ἰώραμος μὲν οὖν τῷ προφήτῃ πειθόμενος ἑστιάσας λαμπρῶς πάνυ καὶ φιλοτίμως τοὺς Σύρους ἀπέλυσε πρὸς Ἄδερα τὸν αὑτῶν βασιλέα. 9.60

Τῶν δὲ ἀφικομένων καὶ δηλωσάντων αὐτῷ τὰ συμβεβηκότα θαυμάσας Ἄδερ τὸ παράδοξον καὶ τὴν τοῦ θεοῦ τῶν Ἰσραηλιτῶν ἐπιφάνειαν καὶ δύναμιν καὶ τὸν προφήτην, τὸ θεῖον οὕτως ἐναργῶς παρῆν, κρύφα μὲν οὐκέτι διέγνω τῷ τῶν Ἰσραηλιτῶν ἐπιχειρεῖν βασιλεῖ τὸν Ἐλισσαῖον δεδοικώς, φανερῶς δὲ πολεμεῖν ἔκρινε τῷ πλήθει τῆς στρατιᾶς καὶ τῇ δυνάμει νομίζων περιέσεσθαι τῶν πολεμίων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.55 Joseph. AJ 9.58 (English) >>Joseph. AJ 9.63

Powered by PhiloLogic